Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 8.129.3 | Hdt. 8.130.4 (English) | >>Hdt. 8.132.2 |
8.130.2 στρατηγοὶ δέ σφι ἐπῆλθον Μαρδόντης τε ὁ Βαγαίου καὶ Ἀρταΰντης ὁ Ἀρταχαίεω · συνῆρχε δὲ τούτοισι καὶ ἀδελφιδέος αὐτοῦ Ἀρταΰντεω προσελομένου Ἰθαμίτρης . ἅτε δὲ μεγάλως πληγέντες , οὐ προήισαν ἀνωτέρω τὸ πρὸς ἑσπέρης , οὐδʼ ἐπηνάγκαζε οὐδείς , ἀλλʼ ἐν τῇ Σάμῳ κατήμενοι ἐφύλασσον τὴν Ἰωνίην μὴ ἀποστῇ , νέας ἔχοντες σὺν τῇσι Ἰάσι τριηκοσίας .
8.130.3 οὐ μὲν οὐδὲ προσεδέκοντο τοὺς Ἕλληνας ἐλεύσεσθαι ἐς τὴν Ἰωνίην ἀλλʼ ἀποχρήσειν σφι τὴν ἑωυτῶν φυλάσσειν , σταθμεύμενοι ὅτι σφέας οὐκ ἐπεδίωξαν φεύγοντας ἐκ Σαλαμῖνος ἀλλʼ ἄσμενοι ἀπαλλάσσοντο . κατὰ μέν νυν τὴν θάλασσαν ἑσσωμένοι ἦσαν τῷ θυμῷ , πεζῇ δὲ ἐδόκεον πολλῷ κρατήσειν τὸν Μαρδόνιον .
8.130.4 ἐόντες δὲ ἐν Σάμῳ ἅμα μὲν ἐβουλεύοντο εἴ τι δυναίατο κακὸν τοὺς πολεμίους ποιέειν , ἅμα δὲ καὶ ὠτακούστεον ὅκῃ πεσέεται τὰ Μαρδονίου πρήγματα .
ch. 131
8.131.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 8.129.3 | Hdt. 8.130.4 (English) | >>Hdt. 8.132.2 |